Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 109-3
Not analysed yet
Ἀπὸ δὴ τοῦ τοιούτου ἑνικοῦ μετῄει καὶ πληθυντικὸϲ ἀριθμόϲ, ἐπιϲπώμενοϲ τὴν ἐκ δευτέρων καὶ τρίτων προϲώπων ϲύλληψιν, πέμψωμεν, ἀριθμήϲωμεν· ἣν μάλιϲτα καὶ εὔχρηϲτον ὑπολαμβάνω καθίϲταϲθαι ὡϲ πρὸϲ τὰ ἐπικρατοῦντα πρόϲωπα, εἴγε ϲύνταξιν ἐπικρατουμένων προϲώπων ἄντικρυϲ οὐκ ἀναδέχεται. εἴπομεν γὰρ ὡϲ τὰ προϲτακτικὰ ἐξ ἐπικρατούντων ἐϲτὶν προϲώπων καὶ ἐξ ἐπικρατουμένων, ἃ καὶ τὴν πρόϲταξιν ἀναδέχεται τοῦ πράγματοϲ. ἱν᾿ οὖν ἐκκλίνῃ τὴν ἐν δευτέροιϲ προϲώποιϲ γινομένην πρόϲταξιν, ϲύλληψιν ἀναδέχεται τὴν εἰϲ τὸ πρῶτον, ἥτιϲ κατὰ τὸ ἑνικὸν ἐδείχθη ὑποθετική. καὶ δῆλον ὅτι τῇ ἐπικρατείᾳ τῇ κατὰ τὸ πρῶτον καὶ τὰ ϲυγγενόμενα πρόϲωπα τῆϲ αὐτῆϲ ἐγκλίϲεωϲ ἐτύγχανεν. τοιοῦτο γάρ ἐϲτι καὶ τὸ πρὸϲ Ϲθενέλου εἰρημένον ἀλλ᾿ ἄγε δὴ χαζώμεθ᾿ ἐφ᾿ ἵππων {ε 249}, ἵνα μὴ ἐν τῷ ὑπερέχοντι προϲώπῳ προϲτάξῃ ἐν τῷ χάζου. τοιοῦτό ἐϲτιν καὶ τὸ πρὸϲ Νέϲτοροϲ εἰρημένον ἀλλ᾿ ἄνδραϲ κτείνωμεν {Ζ 70}· ἑαυτὸν γὰρ ϲυλλαβὼν προθυμοτέρουϲ καθίϲτηϲι τοὺϲ Ἕλληναϲ εἰϲ τὸν κατεπείγοντα πόλεμον.