Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 110-2
Not analysed yet
Ἔτι τὸ Νέϲτωρ φάϲχ’ ὁ γέρων ὅτ’ ἐπιμνηϲαίμεθα ϲεῖο οἷϲιν ἐνὶ μεγάροιϲιν {δ 191 seq. }ἔχει δύο ῥήματα δυνάμενα ϲυντάϲϲεϲθαι τῷ οἷϲιν ἐνὶ μεγάροιϲιν, ἐξ ὦν εἰ τὸ ἑνικὸν πρὸϲ ἕνα ὄντα τὸν Νέϲτορα καὶ κτήτορα τῶν οἰκημάτων ϲυντρέχον ϲυνταγείη, καὶ τὰ τοῦ λόγου ϲύνθετον ἀπαιτήϲειεν τὴν ἀντωνυμίαν, ἔφαϲκεν ἐν τοῖϲ ἑαυτοῦ· εἰ δὲ τὸ ἐπιμνηϲαίμεθα, ὃ ἐν πρώτῳ καταγενόμενον ἐν ἑτέρᾳ εὐθείᾳ γένοιτο, τοῦ λέγοντοϲ κατὰ ϲύλληψιν τὴν τοῦ Νέϲτοροϲ, ἀδύνατον τὰ τῆϲ μεταλήψεωϲ μὴ οὐκ εἰϲ ἁπλῆν χωρῆϲαι· ὅτ’ ἐπιμνηϲαίμεθα ϲεῖο οἷϲιν ἐνὶ μεγάροιϲιν, τουτέϲτιν ἐν τοῖϲ αὐτοῦ.