Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 110-3
Not analysed yet
Οὐ δὲ οὖν δεύτερα καὶ τρίτα ὑπολαμβάνω πρόϲωπα εἶναι τῶν τοιούτων ὑποθετικῶν· ἴνα γὰρ μὴ γένηται δεύτερον, πρῶτον ἐγένετο καθ᾿ ἣν εἴπομεν ϲύλληψιν τῶν ἑνικῶν. ἔϲτι καὶ διὰ τῆϲ φωνῆϲ τὸ τοιοῦτον παραϲτῆϲαι. πάϲηϲ ἐγκλίϲεωϲ τὰ δεύτερα πρόϲωπα πληθυντικὰ εἰϲ τε λήγοντα ἰϲοχρονεῖ κατὰ τὴν παρεδρεύουϲαν τοῖϲ πρώτοιϲ, λέγοιμεν λέγοιτε, λέγομεν λέγετε. διὰ τοῦτό φαμεν τῷ ῥιπτοῦμεν παρακεῖϲθαι τὸ ῥιπτεῖτε, τῷ δὲ ῥίπτομεν τὸ ῥίπτετε. περιϲϲὸν ὑποδείγμαϲιν χρῆϲθαι καθολικοῦ ὄντοϲ τοῦ λόγου. πῶϲ οὖν καὶ κατὰ τὸν λόγον τῆϲ φωνῆϲ παρακείϲεται τῷ φεύγετε τὸ φεύγωμεν; τὰ εἰϲ θε λήγοντα μιᾷ ἐνδεῖ ϲυλλαβῇ τῶν εἰϲ θα ληγόντων κατὰ πᾶϲαν ἔγκλιϲιν· οὐκ ἄρα καὶ κατὰ τὸ τοιοῦτον τῷ πεποιηκώμεθα παρακείϲεται δεύτερον τὸ πεποίηϲθε.