Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 11-2
Not analysed yet
Δεδείξεται γὰρ ἐν τοῖϲ ἐξῆϲ ὡϲ αἱ δεικτικαὶ οὐκ εἰρημένων τῶν ὀνομάτων ἀνθυπηνέχθηϲαν, ἀλλ’ οὐ δυναμένων παραληφθῆναι. Καὶ οὕτωϲ μερίζονται εἰϲ δεικτικὰϲ καὶ ἀναφορικὰϲ εἰϲ μίαν ὀνομαϲίαν ϲυνελθοῦϲαι· κατὰ γὰρ ἑκατέραϲ τὰϲ διαφορὰϲ ἓν ϲυνάγεται τὸ ἀντονο ἢ γὰρ μὴ δυναμένων τῶν ὀνομάτων αὗται παραλαμβάνονται, ἢ εἰρημένων μέν, πάλιν δὲ μὴ δυναμένων παραλαμβάνεϲθαι. εἰ γάρ τιϲ ἀντὶ τοῦ αὐτὸϲ δὲ πάλιν τρέπεν ὄϲϲε φαεινώ {N 3} ἀντιθῇ τὸ Ζεύϲ, οὐ ϲυνάξει τοὺϲ δύο λόγουϲ κατὰ τοῦ Διόϲ, ὡϲ ἀρχὴν δὲ λόγου ποιήϲεται. ὁ αὐτὸϲ δὲ λόγοϲ ἐπὶ ἁπαϲῶν τῶν οὕτωϲ παραλαμβανομένων· παρὸν γὰρ ἀντὶ τῶν ἀναφορικῶν τὰ ὀνόματα θέϲθαι καὶ τὰ τοῦ λόγου ἀλλοιῶϲαι.