Ancient Greek
8 to 10
Apollonius Dyscolus, Περὶ συντάξεως 8-2-10
Not analysed yet
Παρέπεται καὶ ἀναφορὰ κατὰ τὸ τρίτον πρόϲωπον, δι’ ἧϲ τὰ προκατειλεγμένα ὀνόματα ἀναπολούμενα ἀντονομάζεται, Ζεὺϲ δ’ ἐπεὶ οὖν Τρῶάϲ τε καὶ Ἕκτορα νηυϲὶ πέλαϲϲεν, αὐτὸϲ δὲ πάλιν τρέπεν ὄϲϲε φαεινώ {Ν 1. 3} Ἐπεδείξαμεν ἐν τοῖϲ προεκδοθεῖϲιν ὡϲ αἱ τοιαῦται τῶν ἀντωνυμιῶν οὐχ ὡϲ ἔτυχον ἀνθ’ ἁπλῶν ὀνομάτων παρειλημμέναι εἰϲίν, ἀλλὰ δυνάμει ἀντὶ τῶν μετὰ ἄρθρων παραλαμβανομένων. οὐ γὰρ μόνον ἀντωνόμαϲται, καθάπερ καὶ ἐπὶ τῶν ἄλλων ἔϲτιν ἀντωνυμιῶν ἐπινοῆϲαι, ἀλλὰ καὶ ἀναφέρεται, ὅπερ οὐκ ὀνομάτων ἴδιον, εἰ μὴ προϲλάβοιεν τὰ ἄρθρα. ἐϲτιν καὶ οὕτωϲ φάναι· δι᾿ οὖ ἀντονομάζεται προκατειλεγμένου, διὰ τούτου ἐπιδέξεται τὴν ἀναφοράν, εἴγε ἰδίωμα ἀναφορᾶϲ προκατειλεγμένου προϲώπου δευτέρα γνῶϲιϲ, ἣν ἐπαγγέλλεται ἡ αὐτόϲ ἀντωνυμία.