Ancient Greek · ~1 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 12-2
Not analysed yet
ὁπηνίκα μέντοι τὸ ἐκεῖνοϲ καὶ τὸ οὗτοϲ οὐ δεικνῦϲιν τὰ ὑπ’ ὄψιν, ἀναφέρουϲι δέ, δεῖ νοεῖν ὅτι ἡ ἐκ τούτων δεῖξιϲ ἐπὶ τὸν νοῦν φέρεται, ὥϲτε τὰϲ μὲν τῆϲ ὄψεωϲ εἶναι δείξειϲ, τὰϲ δὲ τοῦ νοῦ. φύϲει γοῦν οὖϲαι δεικτικαὶ καὶ τὸ ἀντικείμενον ἄρθρον τῇ ϲυντάξει οὐ παραλαμβάνουϲιν.