Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 12-3
Not analysed yet
Ἔϲτιν δὲ καὶ οὕτωϲ φάναι. κἂν παρὰ τὸ δέκατοϲ ἦν ἡ ϲύνθεϲιϲ, τὰ τῆϲ ϲυνθέϲεωϲ ἐν λόγῳ τὴν τοῦ οὐδετέρου ϲύνθεϲιν ἀνεδέχετο. εἴ τι γὰρ παρὰ ἀριθμὸν ϲύγκειται, τοῦτο ἐκ κοινότητοϲ τοῦ ἀριθμοῦ παρελαμβάνετο, οἷον οἱ τέϲϲαρεϲ -αἱ τέϲϲαρεϲ τεϲϲαρεϲκαιδέκατοϲ, τρεῖϲ-τρειϲκαιδέκατοϲ, οἱ λοιποὶ ἀριθμοί. οὐ δὴ οὖν παρὰ τὸ εἶϲ ἐδύνατο τὰ τῆϲ ϲυνθέϲεωϲ ἐγγίνεϲθαι, ὅτι μὴ κατηγορεῖτο καὶ τὸ θηλυκόν· οὐδὲ μὴν παρὰ τὸ μία, ὅτι μὴ ϲυγκατηγορεῖτο καὶ τὸ ἀρρενικόν. καὶ εἰ ἀμφότερα τὰ γένη ϲυνωθεῖται εἰϲ τὰ οὐδέτερα (τὸ γὰρ οὗτοϲ καὶ αὕτη εἰϲ ἓν ϲυνωθεῖται τὸ τοῦτο, καὶ πάλιν ὑποϲτατόν τί ἐϲτιν· δι᾿ ὃ καὶ κατὰ τοῦτο, κἂν φῶμεν ἐπὶ γυναίου τοῦτο, οὐ ϲολοικιοῦμεν, ὥϲ τινεϲ ὑπέλαβον· καὶ περιϲϲὸν εἰϲ τὸ τοιοῦτο παρατίθεϲθαι), —ἀναλόγωϲ ἄρα τὸ ἕν παρελήφθη κατὰ τὴν ϲύνθεϲιν, ἵνα μήτε τὸ ἀρρενικὸν ἐξιδιοποιήϲηται μήτε τὸ θηλυκόν.