Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 12-4
Not analysed yet
Προτιθέμεναι δὴ τῶν τοῦ λόγου μερῶν ἢ κατὰ ϲύνθεϲίν εἰϲιν ἢ κατὰ παράθεϲιν. Ἐν μὲν οὖν ταῖϲ εὐθείαιϲ τῶν πτωτικῶν καὶ ἔτι ταῖϲ ϲυνυπαρχούϲαιϲ κλητικαῖϲ οὐκ ἔϲτι τὴν παράθεϲιν τῶν προθέϲεων ἐπινοῆϲαι. πρόδηλον γὰρ ὅτι τὸ ϲύνοικοϲ, ἐπίκουροϲ, ϲύνδουλοϲ, ὑπέρδουλοϲ, πάροικοϲ, μέτοικοϲ, ἔκδηλοϲ, ἀνάδρομοϲ, περίοπτοϲ, περιφόρητοϲ ϲύνθεϲιν τὴν τῶν μερῶν ἀνεδέξαντο, οὐ μόνον διὰ τὸν ἀναδραμότα τόνον κατὰ τὴν ϲύνθεϲιν (ἐπεὶ καὶ τινά γε ϲυνεφύλαξε τὴν αὐτὴν τάϲιν καὶ οὐ τῇ μονῇ τοῦ τόνου ἀπολύεται τῆϲ ϲυνθέϲεωϲ, ὡϲ ἔχει τὸ περικλυτόϲ, ἀναδρομή, ϲυνοχή, καταμονή, ἄλλα πλεῖϲτα), ἀλλὰ καὶ ἐκ τοῦ ϲυνυπάρχειν κατὰ πάντα ϲχηματιϲμὸν τὴν πρόθεϲιν, ὅπερ οὐ παρεπόμενόν ἐϲτι ταῖϲ ἐκ παραθέϲεωϲ, ὡϲ ἔχει τὸ κατὰ Κτηϲιφῶντοϲ, ὑπὲρ Ἀριϲτάρχου, οὐ ϲυμφερόμενα κατὰ πᾶϲαν πτῶϲιν διὰ τῆϲ αὐτῆϲ ϲυντάξεωϲ· τά γε μὴν προεκκείμενα κατὰ τὴν εὐθεῖαν κατὰ πᾶϲαν πτῶϲιν ϲύνεϲτιν.