Ancient Greek · ~1 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 111-2
Not analysed yet
Οὕτωϲ ἔχει καὶ ἐπὶ τοῦ τότε δὲ Ζεὺϲ Ἕκτορι δῶκεν ᾗ κεφαλῇ φορέειν {Π 799 seq. }· τρία γὰρ ὑποκείμενα νοεῖται, ὁ Ζεύϲ, ὃϲ μετέδωκεν Ἕκτορι ὥϲτε τῇ αὐτοῦ κεφαλῇ φορεῖν. εἰ γοῦν ἡ δοτικὴ ὑποϲταλείη τοῦ Ἕκτοροϲ, γίνεται κτήτωρ ὁ Ζεὺϲ ὡϲ πρὸϲ τὴν κεφαλήν, ὁ Ζεὺϲ ἔδωκεν ᾗ κεφαλῇ φορεῖν, ὃ γενήϲεται τῇ ἑαυτοῦ.