Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 111-3
Not analysed yet
Φαίνεται οὖν ὅτι τὸ λεῖπον τῶν προϲτακτικῶν προϲώπων, λέγω τὸ πρῶτον, καὶ τὰ λείποντα τῶν ὑποθετικῶν δεύτερα καὶ τρίτα εἰϲ ἕνωϲιν ἄγει τὸ τὰϲ δύο ἐγκλίϲειϲ παραλαμβάνεϲθαι, ἵν᾿ ἑκατέρα ἀνταναπληρωθῇ τοῦ λείποντοϲ, τῶν ἐγκλίϲεων καὶ κατὰ τὸ ϲημαινόμενον ϲυντρεχουϲῶν. Εἰ δέ τινεϲ προϲβιάϲονται καὶ ἐν δευτέροιϲ προϲώποιϲ καταγίνεϲθαι τὰ ὑποθετικὰ καθ᾿ ὁμοφωνίαν τὴν πρὸϲ τὰ προϲτακτικά, ἐκεῖνο ἂν φαίημεν, ὡϲ ϲυνοῦϲα ἡ διὰ τοῦ ἄγε ϲύντοξιϲ ἐξαίρετον καταϲτήϲει τὴν προϲτακτικὴν ἔγκλιϲιν· προφανῶϲ γὰρ τὸ ἐγκελευϲτικὸν ἐπίρρημα ἐπέτεινε τὴν πρόϲταξιν.