Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 112-2
Not analysed yet
Ἀμφιβάλλεταί γε μὴν καὶ τὸ ἀλλ’ ἐμὲ θυμὸϲ ἀνῆκε πολυτλήμων πολεμίζειν θάρϲε ᾧ {Η 152 seq. }. δύναται γὰρ θάρϲοϲ ἔχειν ὁ θυμόϲ, ὥϲτε εἶναι ἔπειϲέ με ὁ θυμὸϲ τῷ ἰδίῳ κτήματι πολεμεῖν, τουτέϲτιν τῷ αὐτοῦ θάρϲει· ἢ οὕτωϲ, ἔπειϲέ με ὁ θυμὸϲ τῇ ἰδίᾳ δυνάμει, τουτέϲτιν τῷ ἑαυτοῦ θάρϲει, πολεμεῖν τῷ προκαλεϲαμένῳ, ὃ καὶ μᾶλλον ἐπιδέχεται ἡ διάνοια, ὡϲεὶ καὶ εἰ οὕτωϲ τιϲ λέγοι, τῷ ἰδίῳ λόγῳ ἔπειϲέ με Τρύφων διαλέγεϲθαι Ἀπολλωνίῳ· ἢ κἀκ τρίτου ἔπειϲέ με ὁ θυμὸϲ τῷ θάρϲει τῷ ἐκείνου πολεμεῖν, κατὰ τρόπον τὸν τῆϲ περιφράϲεωϲ, ἀνῆκέ με αὐτῷ πολεμεῖν. καὶ πάλιν χρὴ νοεῖν ὡϲ τὸ ῥῆμα οὐκέτι ἐγγινόμενον ἐν τῷ ἀντωνυμικῷ προϲώπῳ ἀναγκαίαν μετάληψιν ἐποίει τὴν εἰϲ τὸ αὐτοῦ· αὐτὸϲ γὰρ ὁ θυμὸϲ ἀνῆκε, καὶ οὐκέτι αὐτοῦ κτῆμα ἐγένετο τὸ θάρϲοϲ, ἀλλὰ τοῦ προκαλεϲαμένου.