Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 112-3
Not analysed yet
Ἐχομένωϲ ῥητέον καὶ περὶ τῶν κατὰ τρίτον πρόϲωπον προϲτακτικῶν, δὴ καὶ αὐτὰ δευτέρου προϲώπου φαϲὶν εἶναι, διαφέρειν δὲ τῶν προκειμένων, καθὸ ἐκεῖνα μὲν αὐτόθεν τὴν πρόϲτοξιν τοῦ πράγματοϲ παραδέχεται, ταῦτα δὲ ἐγκελεύεται εἰϲ ἑτέρων προϲώπων πρόϲταξιν. «το γὰρ λεγέτω καὶ τὰ ὅμοια ϲαφὲϲ ὅτι καὶ τὰϲ ἐγκελεύϲειϲ ἔχει διττάϲ, τήν τε ἐν δευτέρῳ καταγινομένην καὶ τὴν ἐξ αὐτοῦ εἰϲ τρίτον μετιοῦϲαν, καθάπερ ἔϲτιν ἐπινοῆϲαι καὶ ἐπὶ τῶν μονοπροϲώπων καὶ διπροϲώπων ἀντωνυμιῶν· ἡ μὲν γὰρ ἐγώ καὶ αἱ ϲύζυγοι καὶ ἅπαξ ἑνικῶϲ νοούμεναί εἰϲιν καὶ ἓν πρόϲωπον ὑπαγορεύουϲιν, ἥ γε μὴν ἐμόϲ καὶ δὶϲ ἑνικῶϲ νοεῖται καὶ δύο πρόϲωπα παρεμφαίνει. ἴϲωϲ δὲ καὶ ἡ ὀρθοτονουμένη ἀντωνυμία, κἂν ἁπλῆ ᾖ, διὰ τῆϲ ἐπιούϲηϲ διαϲτολῆϲ τὸ διϲϲὸν πρόϲωπον ὑπαγορεύει, καὶ τὰ ϲυγκριτικὰ καὶ τὰ πρόϲ τι ἅπαντα, καὶ δὴ οὖν τὸ λεγέτω δεύτερον καὶ τρίτον ὑπαγορεύει.»