Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 113-2
Not analysed yet
Πάμπολλοϲ ἡ εἰϲ τὸ τοιοῦτο παράθεϲιϲ, ἥν τινεϲ ἐπὶ πλέον παρέτειναν αὐτὸ μόνον τὴν χρῆϲιν παραθέμενοι τῆϲ μεταλήψεωϲ, οὐ τὸν ἐμμεθόδωϲ ἀποδειχθέντα λόγον, ὅνπερ ἡμεῖϲ παρεθέμεθα, πείϲαντεϲ ὡϲ διὰ τῆϲ ϲυνόδου τοῦ ῥήματοϲ τὸ ἀμφιβαλλόμενον τῆϲ μεταλήψεωϲ ἀδιϲτάκτωϲ καταϲτήϲεται. παραπεμπτέον οὖν τὰϲ τοιαύταϲ ἀποδόϲειϲ· αἴτει δ’ οἰωνὸν ἐὸν ἄγγελον {Ω 292} νῦν γάρ φαϲιν οὐκ ἀντωνυμικῶϲ κεῖϲθαι τὸ ἐόν ἀλλ’ ἐπιθετικῶϲ, ϲημαῖνον τὸ ἀγαθόν, ἢ καὶ ἐν μεταγραφῇ τοῦ ταχὺν ἄγγελον, ὡϲ πάτωϲ τῆϲ ἀντωνυμίαϲ ϲύνθετον μετάληψιν ἀπαιτούϲηϲ· ἐπ᾿ ἐκείνου δ’ εὐπαράδεκτα τὰ τῆϲ ἀντωνυμίαϲ φαϲίν, εἰ δέ τοι οὐ δώϲει ἐὸν ἄγγελον {Ω 296} ἀντὶ τοῦ τὸν ἑαυτοῦ. ἦν δὲ κἀκεῖνο ἀντωνυμικῶϲ παραδέξαϲθαι ὁμοίωϲ τοῖϲ προκειμένοιϲ, μετιὸν εἰϲ ἁπλῆν μετάπτωϲιν ἕνεκα τοῦ τὸ ῥῆμα ἐπὶ τὸν Πρίαμον ϲυντείνειν, αἴτει τὸν αὐτοῦ ἄγγελον.