Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 113-3
Not analysed yet
Ἀλλ᾿ ἐϲτι γε πρὸϲ ταῦτα φάναι ὡϲ οὐ ψεῦδοϲ μέν ἐϲτι τὸ παρεμπίπτειν διϲϲὸν πρόϲωπον, οὔτε μὴν ὅτι ἐν δευτέρῳ προϲώπῳ καταγίνεται· οὔ γε μὴν ἐξαιρέτωϲ ἐπὶ τῶν προϲτακτικῶν τὸ τοιοῦτον ἐγχωρήϲει· πολὺ γὰρ πρότερον καὶ ἐπὶ τῆϲ ὁριϲτικῆϲ ἐγκλίϲεωϲ τὸ τοιοῦτον ἂν παρέποιτο. ἀποφαινόμεθα γὰρ καὶ πρόϲ τιναϲ περί τινοϲ, ὀρθῶϲ διαλέγεται Τρύφων, ἡμέρα ἐϲτίν· καὶ οὐ πάντωϲ τὰ τοιαῦτα, αῦτα, ὅτι πρόϲ τινά ἐϲτι, καὶ δεύτερα εἰρήϲεται. διὸ καὶ ἐπίμεμπτοι οἱ ἀφοριϲάμενοι τὸ δεύτερον πρόϲωπον «πρὸϲ ὃν ὁ λόγοϲ», ὅτι μὴ προϲτιθέαϲι «καὶ περὶ αὐτοῦ τοῦ προϲφωνουμένου». καὶ δὴ τὰ προκείμενα προϲτάϲϲεται μὲν δευτέροιϲ προϲώποιϲ, οὐ μὴν δεύτερά ἐϲτιν· οὐ γὰρ κατὰ τῶν προϲφωνουμένων αἱ προϲτάξειϲ γίνονται, κατὰ δὲ τῶν ἐν τρίτοιϲ νοουμένων.