Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 118
Not analysed yet
μοναδικαὶ γὰρ οὖϲαι αἱ κτήϲειϲ τὸ ἄρθρον ἀπαιτοῦϲιν, οὐ τῇδε δὲ ἔχουϲαι 10 καὶ χωρὶϲ ἄρθρων λέγονται. τοῦ μὲν προτέρου ἡ ψυχή ϲου ἀγαθή ἐϲτιν, ἡ μοῖρα ἡ Νέϲτοροϲ πολυχρόνιοϲ ἦν τοῦ δὲ ἑτέρου θεράπαινά ϲου πρὸϲ ἐμὲ ἦλθεν, γνώριμοϲ Ἀριϲτάρχου διελέξατό μοι. ταῦτα γὰρ εἰ ἐθέλοι τιϲ μοναδικῶϲ ἐκθέϲθαι, προϲθήϲει ἄρθρον, ἡ θεράπαινά ϲου, ὁ γνώριμοϲ Ἀριϲτάρχου. καὶ πολλῶν ὑπουϲῶν νεῶν φαίη τιϲ ἂν ναῦϲ ϲου κατέπλευϲεν, ναῦϲ ϲου ἕϲτηκεν ἐν τῷ λιμένι· μοναδικῆϲ δὲ πάλιν τῆϲ κτήϲεωϲ νοουμένηϲ προϲθείη τιϲ ἂν τὸ ἄρθρον, καθὼϲ κἀκεῖνο νοητέον λείπειν νηῦϲ δέ μοι ἧδ᾿ ἕϲτηκεν {α 185}, καθὼϲ ἐν ἑτέροιϲ ἐδιδάξαμεν. νῦν δ᾿ ὧδε ξὺν νηἴ κατήλυθον {α 182} ὑπαγορεύει γὰρ ξὺν μιᾷ νηΐ· ξυμφανὲϲ κἀκ τοῦ ὧδε, ϲημαίνοντοϲ τὸ οὕτωϲ ὡϲ ὁρᾷϲ, οὐχ ὡϲ ἐπέβαλλεν βαϲιλεῖ. Προδήλωϲ οὖν κἀκεῖνο λείπει ἄρθρῳ μῆνιν ἄειδε θεά {A 1}, τὴν Ἀχιλλέωϲ οὐλομένην μῆνιν ἓν γὰρ τὸ πάθοϲ, ὡϲ μοῖρα, ὡϲ ψυχή.