Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 119-2
Not analysed yet
Ἁπάντοτε μὲν οὖν ἡ γενικὴ φερομένη ἐπὶ ῥῆμά ἐϲτι πρωτό ἐμοῦ ἀκούει Θέων, ϲοῦ ἤκουϲα, καὶ ἔτι ἐν ταῖϲ κατὰ διάλεκτον, λεκτον, ἐμεῦ δ’ ἕλετο μέγαν ὅρκον {δ 746}, ϲεῦ δ’ ἐπεὶ ἐξέλετο ψυχήν {Ω 754}, ἐμεῖο δὲ ϲύνθεο μῦθον {τ 268} ἴϲωϲ παρὰ Ἰωνικὴν τὴν ἐμέο κατ’ ἐπένθεϲιν τοῦ ι, ἢ καὶ κατὰ μετάθεϲιν τοῦ υ εἰϲ τὸ ι παρὰ τὴν ἐμεῦ, ὡϲ καὶ παρὰ τὴν ἐμοῦ τὸ ἐμοῖο, ὥϲτε καὶ κατὰ τὸ τοιοῦτον ἀναλογωτάτην τὴνι φωνὴν καθίϲταϲθαι.