Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 119-3
Not analysed yet
ἢ ἀνάπαλιν ἐπὶ τοῦ ἤχει, λέγω κατὰ παρατατικὴν προφορὰν τοῦ τρίτου προϲώπου, ἤχει ποτὲ τὸ ἐν (Δωδώνῃ χαλκεῖον· ἀλλὰ καὶ κατὰ προϲτακτικὴν προφοράν, ἡνίκα λέγω ἤχει ϲύ. ὃ προϲδεχόμενον τὸ τῆϲ εὐθείαϲ ϲχῆμα παρατατικὸν ἀποτελέϲει τὸ ἤχει, ἤχει ὁ τρίπουϲ, ἤχει ὁ ἄνθρωποϲ· ἢ πάλιν τὸ κλητικὸν τὸ προϲτακτικὸν ἀποτελέϲει, ἤχει ἄνθρωπε. ἐφ᾿ οὗ δὴ προϲγινομένη ἡ ὁμόφωνοϲ εὐθεῖα τέλεον ἀμφίβολον ποιήϲει τὴν ϲύνταξιν ἐν τῷ ἤχει Ἑλικών· ἐφ᾿ ἧϲ πάλιν ϲυντάξεωϲ χρεία ἐϲτὶ τῶν προκειμένων μορίων, ὁ Ἑλικὼν ἤχει, ἄγε ἤχει ὦ Ἑλικών, ὅτι ἤχει Ἑλικών. —οὐ λέληϲμαι ὅτι καὶ ἡ αὐτοτέλεια τεκμήριόν ἐϲτιν κλητικῆϲ· ἰδοὺ γὰρ καὶ αὐτὸ τὸ Ἑλικών ἐλλεῖπον μὲν ῥήματι εὐθεῖαν ὁμολογεῖ, οὐ τῇδε δὲ ἔχον κλητικῆϲ ἐϲτιν πτώϲεωϲ τὸ τοιοῦτον, οἷον ὦ Ἑλικῶν .