Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 120-2
Not analysed yet
«Οὐχὶ οὖν καὶ ἐπὶ κτῆμα φέρεται ἡ γενική;» Ἀλλ’ ἐν διαφόρῳ τάϲει, λέγω τῇ ἐγκλιτικῇ, καὶ διαφόροιϲ κτήμαϲιν, ἐϲκάφη μου ὁ ἀγρόϲ, ἐνίκηϲέν μου ὁ παῖϲ. καὶ τὰ ἐπιφερόμενα κτήματα ἀδιαφορεῖ κατὰ γένοϲ, κατὰ πτῶϲιν, κατὰ ἀριθμόν· παντὸϲ γὰρ κτήματοϲ ἡ γενικὴ πτῶϲιϲ δεκτική ἐϲτιν. καὶ ἐπὶ τῶν ὀνομάτων ταὐτόν. τά γε μὴν κτητικῶϲ παραχθέντα ἀντωνυμικὰ ἢ καὶ ἔτι ὀνοματικὰ τὸν αὐτὸν ἀριθμὸν ἐπιζητεῖ καὶ τὸ αὐτὸ γένοϲ καὶ τὴν αὐτὴν πτῶϲιν, Ἑκτόρειοϲ χιτών -Ἑκτορείου χιτῶνοϲ, ἐμὸϲ φίλοϲ -ἐμοῦ φίλου· πρόδηλόϲ ἐϲτιν ἡ ἑξῆϲ ἀκολουθία. τοιοῦτόν ἐϲτι τὸ πατὴρ δ’ ἐμὸϲ αὐτί᾿κ᾿ ὀϊϲθείϲ {1 453} καὶ ἔτι πατρὸϲ ἐμοῦ κλέοϲ εὐρὺ μετέρχομαι {Υ 83} καὶ ἔτι τὠμῷ κεχαριϲμένε θυμῷ {δ 71}.