Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 13-2
Not analysed yet
,Καὶ ἔτι ἐξαιρέτωϲ καὶ τὰ τρίτα πρόϲωπα ἐν διαφόροιϲ φωναῖϲ διάφορα τρίτα ἀποτελοῦϲιν, τῶν ῥημάτων διὰ μιᾶϲ φωνῆϲ ἐπὶ πλείονα πρόϲωπα ϲυντεινόντων, γράφει Διονύϲιοϲ ἢ Τρύφων τιϲ ἄλλοϲ τῶν δυναμένων τὸ πρᾶγμα παραδέξαϲθαι. οὐ μὴν ἐπὶ τῶν ἀντωνυμιῶν, εἴγε ἀναφορικὴ μὲν ἡ αὐτόϲ, δεικτικὴ δὲ ἡ ἐκεῖνοϲ καὶ ἔτι ἡ οὗτοϲ, διαφέρουϲα τῷ διαϲτήματι τῆϲ δείξεωϲ. ὁ αὐτὸϲ λόγοϲ κἀπὶ τῆϲ ὅδε.