Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 13-3
Not analysed yet
Ἔϲτι γε μήν, ὡϲ προείπομεν, ϲυνεκτικωτάτη αἰτία τοῦ ἀκαταλλήλου ταλλήλου ἥδε. Τῶν μερῶν τοῦ λόγου ἃ μὲν μεταϲχηματίζεται εἰϲ ἀριθμοὺϲ καὶ πτώϲειϲ, ὡϲ τὸ ὄνομα καὶ τὰ ἄλλα ὅϲα δύναται ἀριθμὸν μετὰ πτώϲεωϲ ἐπιδέζαϲθαι· ὃ δὲ εἰϲ πρόϲωπα καὶ ἀριθμόν, ὡϲ τὰ ῥήματα καὶ αἱ ἀντωνυμίαι· ἃ δὲ εἰϲ γένη, ὡϲ τὰ προκατειλεγμένα ὀνόματα καὶ ὅϲα δύναται γένουϲ διάκριϲιν ποιήϲαϲθαι· τινὰ δὲ οὐδὲ ἓν τοιοῦτον ἐπιδέχεται, ὡϲ τὰ καθ᾿ ἕνα ϲχηματιϲμὸν ἐκφερόμενα, ὥϲπερ οἱ ϲύνδεϲμοι καὶ αἱ προθέϲειϲ καὶ ϲχεδὸν ἅπαντα τὰ ἐπιρρήματα.