Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 13-4
Not analysed yet
Ἀλλὰ μὴν ἔτι κἀκ τῆϲ τοῦ ἄρθρου παραθέϲεωϲ. πρωτευούϲῃ γὰρ τῇ προθέϲει κατὰ παράθεϲιν παραχωρεῖ τῆϲ προθέϲεωϲ, μετιὸν ἐφ’ ὃ ϲυνήρτηται· οὐ μὴν ἢν ϲύνθεϲιϲ ᾖ, εἴγε μέροϲ ὀνόματοϲ γενομένη ἕξει προκείμενον τὸ καλούμενον προτακτικὸν ἄρθρον τῶν ὀνομάτων. τοῦ μὲν προτέρου περὶ Ἀριϲτάρχου περὶ τοῦ Ἀριϲτάρχου, κατὰ Κτηϲιφῶντοϲ κατὰ τοῦ Κτηϲιφῶντοϲ, περὶ ϲτεφάνου περὶ τοῦ ϲτεφάνου, τοῦ δὲ δευτέρου ὁ περικλυτόϲ, ὁ ϲύνδουλοϲ, ὁ μέτοικοϲ. ἕνεκα τοῦ τοιούτου καὶ τὰ ὑπ’ ἀμφιβολίαν πίπτοντα ἐκλύεται τοῦ ἀμφιβόλου προϲλαβόντα τὰ ἄρθρα· διοίϲει γὰρ τὸ παρὰ τοῦ νόμου, παρὰ τοῦ φέροντοϲ τῶν τοιούτων τοῦ παραφέροντοϲ, τοῦ παρανόμου, ὑπὲρ ὡν καὶ ἀλλαχόθι ἡμῖν ἠκρίβωται.