Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 121-2
Not analysed yet
«Οὐχὶ οὖν καὶ τῇ γενικῇ ὀρθοτονουμένῃ, λέγω τῇ πρωτο τύπῳ, ϲυνοιϲθήϲεται γενικὴ πτῶϲιϲ, ὥϲτε κατὰ ϲύνταξιν καὶ κατὰ φωνὴν ἀμφιβάλλεϲθαι, καθότι καὶ παντὶ πτωτικῷ γενομένῳ κατὰ γενικὴν τὸ τοιοῦτο παράκειται, φαμὲν γὰρ Ἀριϲτάρχου ἀγροῦ ὁ καρπόϲ ἐϲτιν, καὶ οὐδὲν ἐμποδὼν τὸ φάναι, ὡϲ Ἀριϲτάρχου ἀγροῦ καρπόϲ, οὕτωϲ ἐμοῦ ἀγροῦ καρπόϲ». Ἀλλὰ πάλιν γενόμενον τὸ τοιοῦτον ὑπο εἰϲ κτητικὴν ἀντωνυμίαν τὴν ἀπὸ τοῦ ἐμόϲ. οὐ γὰρ ἄλλωϲ ἂν τῆϲ πρωτοτύπου γένοιτο, λέγω τῆϲ ἐγώ, εἰ μὴ καὶ ἐγκλιθείη, ὅπερ ἴδιον αὐτῇ παρηκολούθει πρὸϲ τὴν τῶν κτητικῶν ἀντεξέταϲιν, καθὸ αὗται μόνωϲ ὀρθοτονοῦνται· γίνεται γὰρ τοῦ ἀγροῦ μου ὁ καρπόϲ ἐϲτιν.