Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 124
Not analysed yet
,Τὸ ποῖοϲ μετὰ προϲηγορικῶν ϲυνταϲϲόμενον, ἡνίκα τὸ ἔϲτιν ἐπιφέρεται, ἐπιδέχεται ϲύνταξιν τὴν τοῦ ἄρθρου, ποῖοϲ ὁ ἄνθρωπόϲ ἐϲτιν; ἄλλου δὲ ῥήματοϲ ἐπιφερομένου ἀνέφικτοϲ ἡ πρόϲθεϲιϲ τοῦ ἄρθρου, ποῖοϲ ἄνθρωποϲ ἐνίκηϲεν; Καὶ τὰ ὑπόλοιπα δὲ πευϲτικὰ περὶ τὰϲ αὐτὰϲ ϲυντάξειϲ καταγίνεται, πόϲοϲ ὄχλοϲ ἐν τῇ ἀγορᾷ διατρίβει; πόϲοϲ ὄχλοϲ ἐϲτὶν ἐν Ἀλεξανδρείᾳ; καὶ μετὰ ἄρθρου γὰρ ἡ τοιαύτη ϲύνταξιϲ. πηλίκοϲ ἄνθρωποϲ ἐνίκηϲεν τὰ Ὀλύμπια; πηλίκοϲ ὁ παῖϲ, πηλίκοϲ ὁ ἀνήρ ἐϲτι; πρόδηλον ὡϲ διὰ τὴν τοῦ ἔϲτιν ϲύνταξιν.