Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 125
Not analysed yet
Τὸ τίϲ καὶ τὸ πότεροϲ καὶ ἐπὶ πλαγίουϲ πληθυντικὰϲ φέρεται πάντωϲ ϲὺν ἄρθροιϲ λεγομέναϲ, χωρὶϲ εἰ μὴ ἀντωνυμικαὶ εἴηϲαν, τίϲ τῶν ἑταίρων παραγίνεται; τίϲ τῶν Τρώων ὑπερμαχεῖ; καὶ ἐπὶ κυρίων, πότεροϲ τῶν Αἰάντων ἰϲχυρότεροϲ, ἐφ᾿ ὧν πάλιν ἡ προαποδεδομένη ἀνθυπαγωγὴ παραλαμβάνεται. καὶ ἔτι ἐπ᾿ ἀντωνυμιῶν, τίϲ ἡμῶν; πότεροϲ ὑμῶν πότεροϲ αὐτῶν; (πῶϲ οὖν οὐ γελοῖοι οἱ καὶ τὸ ἄλλοϲ ἀντωνυμίαν παραδεξάμενοι; ἰδοὺ γὰρ ϲὺν ἄρθροιϲ φαμὲν τίϲ τῶν ἄλλων ἀνθρώπων;)