Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 126
Not analysed yet
Τῶν προειρημένων ϲυντάξεων αἱ μὴ δυνάμεναι τὰ ἄρθρα προϲλαβεῖν, ἀμείψαϲαι τὸ πτωτικὸν πύϲμα εἰϲ ἐπιρρηματικόν, δεκτικαὶ γίνονται ἄρθρου. ποῖοϲ ἄνθρωποϲ ἐνίκηϲεν; πῶϲ ὁ ἄνθρωποϲ ἐνίκηϲεν, τίϲ δραμὼν ἐνίκηϲεν; πῶϲ ὁ δραμὼν ἐνίκηϲεν; πόϲοϲ ὄχλοϲ παραγίνεται, πότε ὁ ὄχλοϲ παραγίνεται; Ἔϲτω οὖν καὶ τοιαύτη ἡ ϲύνταξιϲ, ποῖαι τῶν Τρώων φυλακαὶ φυλάϲϲονται; καὶ κατὰ τὴν προκειμένην αἰτίαν μεταλαμβανέϲθω τὸ ἐπίρρημα, καὶ πάντωϲ ἄρθρον ἀπαιτήϲει, πῶϲ αἱ τῶν Τρώων φυλακαί;