Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 126-3
Not analysed yet
Ἦν δ’ ἂν ὁ λόγοϲ πάνυ εὐπαράδεκτοϲ, εἰ τὰ καλούμενα ὑποτακτικὰ ῥήματα ϲυντάξει μιᾷ ἐκέχρητο ϲυνδεϲμικῇ τῇ προκειμένῃ. νυνὶ δὲ καὶ οἱ καλούμενοι ἀποτελεϲτικοὶ ἐπὶ τὴν αὐτὴν ϲύνταξιν φέρονται, ἡνίκα φαμὲν Τρύφων περιπατεῖ ἵνα ὑγιάνῃ ἢ δὸϲ τὸν χάρτην ἵνα γράψω· καίτοι μᾶλλον ἀποτελεϲτικὰ. ὀφείλει καλεῖϲθαι τὰ ῥήματα ἢ διϲτακτικά. ἀλλ’ οὐδὲ ἀποτελεϲτικά· ἰδοὺ γὰρ καὶ κατ’ αἰτιολογικὴν ϲύνταξιν, ἡνίκα φαμὲν ἵνα ἀναγνῶ ἐτιμήθην, ἵνα ἀναϲτῶ ἠνιάθη Τρύφων. ὑγιῶϲ ἄρα ἀπὸ ἑνὸϲ τοῦ παρακολουθοῦντοϲ τῇ προκειμένῃ ἐγκλίϲει, τοῦ μὴ ϲυνίϲταϲθαι αὐτὴν εἰ μὴ ὑποταγείη τοῖϲ προκειμένοιϲ ϲυνδέϲμοιϲ, εἴρηται ὑποτακτική.