Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 127
Not analysed yet
Τί οὖν οὐχὶ προϲεπηνέχθη ἐκεῖ πρὸϲ τοῦ Ἀριϲτάρχου, πῶϲ δαὶ τῶν ἄλλων Τρώων {K 408}, καὶ τοῦ λόγου ἀπαιτοῦντοϲ τὸ ἄρθρον καὶ τῆϲ φωνῆϲ ἐγκειμένηϲ τοῦ ἄρθρου; πρὸϲ οἷϲ οὐ μόνον διὰ τὸ προειρημένον πύϲμα τὸ ἄρθρον ὀφείλει παραλαμβάνεϲθαι, ἀλλὰ καὶ καθὸ αἱ γενικαὶ μετὰ ἄρθρου λεγόμεναι κατὰ ϲύνταξιν τὴν τῶν κτημάτων ἔχουϲιν καὶ τὰ κτήματα ϲὺν ἄρθροιϲ λεγόμενα, αἱ τῶν Ἑλλήνων πόλειϲ ἐπανέϲτηϲαν τοῖϲ βαρβάροιϲ. ἀϲύνετον γὰρ τὸ δίχα τοῦ ἄρθρου· χρὴ γὰρ ἀμφότερα ϲυναναφέρεϲθαι, ἐπεί τοι, εἰ λείψει τὸ ἄρθρον τοῦ πόλειϲ, ἔϲται ὁ λόγοϲ παραλαμβάνων τὸ τινέϲ, μερικωτέραϲ τῆϲ ἐπαναϲτάϲεωϲ γινομένηϲ, τῶν Ἑλλήνων τινὲϲ πόλειϲ ἐπανέϲτηϲαν. καὶ κατὰ τὸ τοιοῦτον ἄρα τὸ πῶϲ δαὶ τῶν ἄλλων Τρώων ἄρθρον ϲυνέξει.