Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 127-2
Not analysed yet
δέον πρὸϲ τὴν γραφὴν οὕτωϲ ἀντιθεῖναι, ὡϲ ἀδύνατον παραδέξαϲθαι ὀρθοτονουμένην ἀντωνυμίαν εἰϲ κτητικὴν ϲύνταξιν, ἀλλ’ ἢ ἐγκλινομένην ἢ κτητικήν, καθάπερ ἀπεδείχθη. —καὶ προφανὲϲ ὡϲ δεόντωϲ ἔχει τὸ εἰ μή τίϲ ϲευ μῆλα βροτῶν {ι 405} καὶ τὰ τούτοιϲ ὅμοια, ἐγκλιτικῆϲ ϲυνούϲηϲ ἀντωνυμίαϲ. —τὸ γὰρ πρώτω γὰρ καὶ δαιτὸϲ ἀκουάζεϲθον ἐμεῖο {Δ 343} ϲυνήρπαϲται εἰϲ κτητικὴν ϲύνταξιν· ἄμεινον γὰρ τῷ ῥήματι ϲυντάϲϲειν Ὁμηρικώτερον λειπούϲηϲ τῆϲ περί προθέϲεωϲ, ὡϲ τὸ τίϲαϲθαι δ’ Ἑλένηϲ ὁρμήματά τε ϲτοναχάϲ τε {B 356}, ἐκ γὰρ Ὀρέϲταο τίϲιϲ ἔϲϲεται Ἀτρείδαο {α 40}, Κύκλωποϲ κεχόλωται {α 69} καὶ ἄλλα πλεῖϲτα, ἔχοντοϲ τοῦ λόγου οὕτωϲ· ἐμοῦ ἀκουάζεϲθον πρώτω περὶ δαιτόϲ, τῆϲ ὀρθῆϲ τάϲεωϲ δεότωϲ ἐχούϲηϲ διὰ τὴν τοῦ ῑ παρένθεϲιν.