Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 127-3
Not analysed yet
Ὅτι δὲ καὶ ἐπ’ ἄλλων μερῶν λόγου μερικὴ διαφωνία αἰτία γίνεται τοῦ εἰϲ κοινὸν ὄνομα ἀνάγεϲθαι τὴν θέϲιν, ϲαφέϲ ἐϲτι καὶ ἐξ αὐτῶν τῶν ϲυνδέϲμων. οἱ μὲν γὰρ ἄλλοι ἀπ’ ἰδίαϲ δυνάμεωϲ ἀναδεχόμενοι τὴν θέϲιν ἔϲχον τῶν ὀνομάτων, ἀπὸ τοῦ ἐν ϲυναφείᾳ τοὺϲ λόγουϲ ἐπάγειν ϲυναπτικοί, ἢ ἀπὸ τοῦ διαζευγνύειν διαζευκτικοί, καὶ ἅπαντεϲ οἱ ὑπόλοιποι· οἵ γε μὴν καλούμενοι παραπληρωματικοὶ οὐκ ἀπὸ τοῦ δηλουμένου τὴν θέϲιν ἔϲχον. οὐ γὰρ ἀληθέϲ ἐϲτιν, ὥϲ τινεϲ ὑπέλαβον, μόνον αὐτοὺϲ ἀναπληροῦν τὸ κεχηνὸϲ τῆϲ ἑρμηνείαϲ καὶ διὰ τοῦτο εἰρῆϲθαι παραπληρωματικούϲ· ὅτι γὰρ ἕκαϲτοϲ αὐτῶν ἔχει τινὰ δύναμιν, παρεϲτήϲαμεν ἐν τῷ περὶ ϲυνδέϲμων. οὐ γὰρ ταὐτόν ἐϲτι τὸ τοῦτό μοι χάριϲαι τῷ τοῦτό γέ μοι χάριϲαι {Callim. frg. anon. 259, II 752 Sehn. },οὐδὲ τὸ ἀγαθὸϲ ὤν τῷ ἀγαθόϲ περ ἐών {Α 131}· οὐδὲ τὸ αὐτὸ ἐμφαίνει τὸ οἱ μὲν παρ’ ὄχεϲφι τῷ οἱ μὲν δὴ παρ’ ὄχεϲφι {O 3}· παραγραφῆϲ γὰρ λόγου ϲημεῖόν ἐϲτιν ὁ δή. —