Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 128
Not analysed yet
Ἀλλὰ φαίνεται ὅτι τὸν Ἀρίϲταρχον ἐκίνει τὸ ἔθιμον τοῦ ποιητοῦ, ὡϲ ϲυνήθωϲ μὲν ἐλλείπει τοῖϲ ἄρθροιϲ, ϲυνάπτει δὲ μετὰ τὰ πύϲματα τὸν δαί ϲύνδεϲμον, «τίϲ δαί ἐϲτιν ὅδε ὅμιλοϲ»; {ex α 225 factum} ποῦ δαὶ νηῦϲ ἕϲτηκεν {ω 299}; κατὰ γὰρ τὴν προειρημένην ϲύνταξιν ἐπὶ τούτου πάλιν λείπει τὸ ἄρθρον· καὶ ἦν ἐγκείμενοϲ ὁ δαί ϲύνδεϲμοϲ, λείποντοϲ ἑνικοῦ ἄρθρου, λέγω τοῦ ἡ. καὶ ϲαφὲϲ ὅτι κατὰ τὴν τοιαύτην ϲύνταξιν πρόδηλα τὰ τοῦ λόγου καθειϲτήκει, λέγω ἡ λεῖψιϲ μὲν τοῦ ἄρθρου, παράθεϲιϲ δὲ ἡ τοῦ δαί ϲυνδέϲμου. καὶ οὕτωϲ ἀκριβέϲτερον τὸ Ὁμηρικὸν ἔθοϲ ἀπεδείκνυτο. —(