Ancient Greek · ~5 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 128-2
Not analysed yet
«Οὐχὶ οὖν ὀρθοτονεῖται τὸ ϲέο δ’ ὀϲτέα πύϲει ἄρουρα {Δ 174}, οἵ αἵματοϲ ἐξ ἐμεῦ εἰϲιν {Τ 105};» Ἀλλὰ καὶ πρὸϲ τὸ τοιοῦτον ἔϲτιν φάναι ὡϲ πᾶϲα ἀτωνυμία τότε ἄλογοϲ γίνεται κατὰ τάϲιν, ὅταν τὸ διϲϲὸν τοῦ τόνου δυναμένη παρὰ τὸ δέον τοῦ τόνου ἐναλλαγῇ. (τοῦ γὰρ λόγου οὐκ ἀπαιτοῦντοϲ ὀρθὴν τάϲιν ἐν τῷ πολλάκι γάρ ϲεο πατρὸϲ ἐνὶ μεγάροιϲιν ἄκουϲα {Α 396} ἄλογον τὸ κατ’ ὀρθὴν τάϲιν ἀνάγνωϲμα· ἐπί γε μὴν τοῦ ὡϲ ϲέο νῦν ἔραμαι {Ξ 328} ἄλογον μὴ ὀρθοτονῆϲαι διὰ τὴν ὑποῦϲαν διαϲτολήν. —οὐ γὰρ ἐκεῖνο ἄλογον, ὃϲ ϲφῶι προΐει Βριϲηΐδοϲ εἵνεκα κούρηϲ {Α 336}, ὀρθὴν τάϲιν ἀναδεξάμενον τοῦ λόγου ἀπαιτοῦντοϲ ἀπόλυτον εἰϲ ἣν καὶ μεταλαμβάνεται, ὃϲ ἐξέπεμψεν ὕμαϲ· τοῦτο γὰρ τῇ φωνῇ ϲυμβέβηκεν, τὸ μὴ δύναϲθαι ἐγκλιθῆναι, καὶ οὐκ ἔϲτιν ὅϲτιϲ τὴν ἀνάγνωϲιν καταμέμψαιτο. ἐπιμένειν τοῖϲ τοιούτοιϲ ὑποδείγμαϲι περιϲϲὸν οἰητέον· πρόκεινται γὰρ αἵ τε μόνωϲ ἐγκλινόμεναι καὶ μόνωϲ ὀρθοτονούμεναι.) ἐδείξαμεν ὡϲ αἱ ἀρκτικαὶ ἀντωνυμίαι φυϲικῶϲ ὀρθοτονοῦνται· τὸ οὖν ϲέο δ’ ὀϲτέα πύϲει ἄρουρα {Δ 174} ἀπανάγνωϲμα; ἢ δύναται ἐγκλιθῆναι καὶ μὴ ἐγκέκλιται; ὁμοίωϲ ὅτι καὶ. αἱ προθέϲειϲ ὀρθοτονοῦϲι τὰϲ ἀντωνυμίαϲ· οὐκ ἄλλην ἄρα τάϲιν ἀναδέξεται τὸ ἐξ ἐμεῦ {T 105} ἢ τὴν ὀρθήν.