Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 128-3
Not analysed yet
οὐδὲ γὰρ ἐκεῖνο ἐξαίρετόν ἐϲτιν, τὸ αὐτοὺϲ μόνον ἐν πλεονάϲματι εὑρίϲκεϲθαι· ἀλλὰ ϲχεδὸν τὸ τοιοῦτον πάθοϲ ϲύνεϲτι καὶ κατὰ τῶν ὑπολοίπων ϲυνδέϲμων, τὸν καὶ Μηριόνηϲ πρότεροϲ {N 306}, ἤτοι μὲν Μενέλαοϲ {Γ 213}, καί τε χαλιφρονέοντα {ψ 13}· μυρία ἔϲτιν εἰϲ τὸ τοιοῦτο παραθέϲθαι. ἀλλ’ οὐδὲ ἴδιον ϲυνδέϲμων τὸ ἐν πλεοναϲμῷ καταγίνεϲθαι· ϲχεδὸν γὰρ ἐπὶ πάϲαϲ τὰϲ λέξειϲ τὸ τοιοῦτον ϲυντείνει.