Ancient Greek · ~1 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 129
Not analysed yet
καὶ γὰρ ἐπ᾿ ἄλλων τὸ δέον ἦν παραδέξαϲθαι, καὶ τὸ ϲύνηθεϲ προὐκρίνετο· ϲὺ δὲ θᾶϲϲον Ἀθηναίῃ ἐπίτειλαι {Δ 64}, λέγω κατὰ προϲτακτικὴν προφορὰν προπαροξύνειν. ἀλλ᾿ ἦν ἄλλα τινὰ τὰ διδάϲκοντα ἀπαρεμφάτωϲ ἀναγνῶναι, εὐθέωϲ ἐκ παρακειμένου τοῦ πειρᾶν δ᾿ ὥϲ κεν Τρῶεϲ {Δ 66} καὶ ἐκ τοῦ τὰ δ᾿ ἄποινα δέχεϲθαι {Α 20} καὶ πλείϲτων ἄλλων.)