Ancient Greek · ~1 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 129-2
Not analysed yet
Οὐ μὴν τοιαύτη πρόφαϲίϲ ἐϲτιν ἐπὶ τῆϲ Ζηνοδοτείου γραφῆϲ τοῦ παραδέξαϲθαι τὴν ἐμεῖο, καθὸ κυριωτέρα λέξιϲ, λέγω ἡ κτητικὴ ἀντωνυμία, δυναμένη καὶ ἕνεκα μέτρου καὶ ἕνεκα λόγου παραλαμβάνεϲθαι, πρὸϲ οὐδὲν χρειῶδεϲ μετετίθετο. καὶ γὰρ ἐν τῷ καθόλου τὸ ποιοῦν ἀκαταλληλίαν οὐκ ἄλλο τί ἐϲτιν ἢ κυριωτέρου ϲχήματοϲ παρεκτροπὴ κατὰ τὴν αὐτῷ ἐπιβάλλουϲαν ϲύνταξιν. —