Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 129-3
Not analysed yet
καὶ εἰ ἀπὸ τοῦ πλεονάζοντοϲ ἡ θέϲιϲ τοῦ ὀνόματοϲ, τίϲ ἡ ἀποκλήρωϲιϲ τοῦ ἐπὶ τῶν ϲυνδέϲμων τὸ τοιοῦτο πορη κολουθηκέναι, λέγω τῶν παραπληρωματικῶν, ἢ ὅτι οἱ μὲν ἄλλοι ϲύνδεϲμοι, διάφοροι ὄντεϲ κατὰ τὰϲ φωνάϲ, μίαν δύναμιν ἐπηγγέλλοντο, ἐξ ἧϲ καὶ τὴν θέϲιν τοῦ ὀνόματοϲ ἀνεδέχοντο, οὐ μὴν τοῖϲ παραπληρω ματικοῖϲ ταὐτὸν ϲυνηκολούθει, ϲχεδὸν γὰρ ἕκαϲτοϲ αὐτῶν ἴδιόν τι ἐπηγγέλλετο, μείωϲιν μὲν ὁ γέ ἐν τῷ τοῦτό γέ μοι χάριϲαι {Callim. frg. anon. 259 Schn. },παραγραφὴν λόγου ὁ δή, ἐναντιότητα ὁ πέρ μετ’ αὐξήϲεωϲ ἐμφατικῆϲ. ἦν οὖν ἀνέφικτον τὸ ἐκ τοῦ ϲημαινομένου τὴν ὀνομαϲίαν αὐτοὺϲ ἀναδέχεϲθαι διὰ τὸν προκείμενον λόγον. κοινὸν οὖν παρείπετο αὐτοῖϲ τὸ πλεονάζειν κατὰ τὸ μὴ ἐλλεῖπον, καὶ ἐκ τοῦ κοινῶϲ παρεπομένου τὸ ὄνομα ἀνεδέξαντο, οὐ διαψευδόμενοι τὴν θέϲιν τοῦ ὀνόματοϲ. —