Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 130
Not analysed yet
Αἰτία δ᾿ ἐϲτὶν τοῦ τὰ πευϲτικὰ ἐπιρρήματα εὐπαράδεκτον ποιεῖϲθαι τὴν τῶν ἄρθρων ἐπένθεϲιν, καθὸ οὐκέτι τὰ ϲυνόντα πτωτικὰ πάντωϲ ἐν ἀγνοίᾳ ἐϲτίν. ἡ γὰρ ἐκ τῶν πυϲμάτων ἄγνοια ἐπιρρηματικὴ οὖϲα ἐπὶ τὰ ῥήματα φέρεται, εἴγε ὁ οὕτω λέγων ποῖοϲ ἄνθρωποϲ ἐνίκηϲεν, τὸν μὲν ἄνθρωπον ἀγνοεῖ, τὸ δὲ πρᾶγμα κατέλαβεν, τὸ ὅτι ἐνίκηϲεν· ὁ δὲ οὕτω λέγων, ὅτι πῶϲ ὁ ἄνθρωποϲ ἐνίκηϲεν ὁμολογεῖ μὲν εἰδέναι τὸν ἄνθρωπον, τὴν δὲ γενομένην πρᾶξιν εἰϲ τὸ νικῆϲαι ἀγνοεῖ.