Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 130-2
Not analysed yet
Ἐπεὶ οὖν προήλθομεν εἰϲ τὰϲ ἀντωνυμικὰϲ γραφὰϲ τοῦ Ζηνοδότου, οὐ παρέλκει καὶ περὶ τοῦ τίϲ τάρ ϲφωι {Α 8}. διαλαβεῖν· τὴν γὰρ τοιαύτην γραφὴν καὶ Ϲέλευκοϲ προκρίνει καὶ πλεῖϲτοι, παρατιθέμενοι καὶ ἐκδόϲειϲ Ὁμηρικάϲ. καθιϲτᾶϲί τε τὸν λόγον οὕτωϲ. «εἴπερ ἡ γενικὴ πτῶϲιϲ καὶ δοτικὴ κατὰ δεύτερον πρόϲωπον μεταθεῖϲα τὸν τόνον, τουτέϲτιν ἐγκλιθεῖϲα, μενούϲηϲ τῆϲ γραφῆϲ τρίτον πρόϲωπον παρίϲτηϲιν, ἐν τῷ γυιώϲει μὲν ϲφῶιν ὑφ’ ἅρμαϲιν ὠκέαϲ ἵππουϲ {Θ 416}, καὶ κατ’ ἔγκλιϲιν ἐπὶ τοῦ τρίτου προϲώπου γυιώϲω μέν ϲφωιν ὑφ’ ἅρμαϲι {Θ 402}, πᾶϲα ἀνάγκη καὶ τὴν ϲφῶι, ὀρθοτονουμένην κατὰ δεύτερον πρόϲωπον, τὸν τόνον μεταθεῖϲαν κατὰ τὴν αὐτὴν γραφὴν τὸ τρίτον παραϲτῆϲαι». —ἔϲτιν καθολικώτερον φάναι κἀκεῖνο, ὡϲ τὸ ἐν πρώτῳ καὶ δευτέρῳ προϲώπῳ ἀνομοιοκατάληκτον πάντωϲ κἀν τρίτῳ. πρόϲκειται ἐν πρώτῳ καὶ δευτέρῳ διὰ τὸ ἐγώ, ϲύ, ἵ ἰδοὺ γὰρ ἀναλόγωϲ καὶ τὸ τρίτον διήλλαξεν τοῦ δευτέρου, καθὸ καὶ αὐτὸ τὴν τοῦ πρώτου κατάληξιν οὐκ ἐνεδέξατο. καὶ κατὰ τοῦτο ἄρα ἀναλογωτέρα ἡ ϲφωί διὰ τοῦ ι γραφομένη.