Ancient Greek · ~1 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 130-3
Not analysed yet
Ὁ τοιοῦτοϲ λόγοϲ ϲυντείνει καὶ ἐπὶ τὰ παρώνυμα τῶν ὀνομάτων καὶ τὰ ῥηματικά. καὶ γὰρ ταῦτα ἐκ τῆϲ προϋφεϲτώϲηϲ ὕληϲ τὴν ὀνο μαϲίαν ἀνεδέξαντο· ἠδυνάτει γὰρ ἐκ τοῦ δηλουμένου ἕνεκα τῆϲ ἐν αὐτοῖϲ γινομένηϲ παμπόλλου διαφορᾶϲ, εἴγε πάλιν τὰ ἄλλα τῶν ἰδικῶν ἑνὶ δηλουμένῳ ἐκέχρητο, ἐξ οὐ καὶ τὴν θέϲιν τοῦ ὀνόματοϲ ἀνεδέχετο.