Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 14-2
Not analysed yet
,Καὶ ἐπεὶ ἔφαμεν τὰϲ δεικτικὰϲ ἐπιτείνεϲθαι εἰϲ πλείονα δεῖξιν, αἱ δὲ προκείμεναι φωναὶ οὐκ ἠδύναντο τὸ διϲϲὸν τοῦ τόνου ἀναδέξαϲθαι, καθάπερ ἡ ἐμοῦ καὶ ἐμοί καὶ αἱ ϲύζυγοι, διὰ τὴν ἐπὶ τέλουϲ βαρεῖαν, εἰϲ παραγωγὴν τὴν διὰ τοῦ ι μετῆλθον, ἐπιϲπώμεναι κατὰ τοῦ τέλουϲ τὴν ὀξεῖαν εἰϲ ἐμφανιϲμὸν τῆϲ πλείονοϲ ἐπιτάϲεωϲ, καθάπερ καὶ αἱ προκατειλεγμέναι κατὰ πρῶτον καὶ δεύτερον πρόϲωπον, ἐκεινοϲί οὑτοϲί ὁδί. (προῦπτον γὰρ ὅτι ϲτερομένη ἡ αὐτόϲ τῆϲ δείξεωϲ ϲυνεϲτέρετο καὶ παραγωγῆϲ τῆϲ ἐπαγομένηϲ ἐπὶ πλείονα δεῖξιν.) δοκεῖ δέ μοι μηδὲ ἀλλοτρίωϲ ἡ παραγωγὴ τοῦ ι παραδεδέχθαι· ἦν γὰρ τοῦτο θεματικὸν ἐν τρίτῳ προϲώπῳ τῆϲ εὐθείαϲ.