Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 14-3
Not analysed yet
Τὰ δὴ οὖν προκείμενα μέρη, μεταληφθέντα ἐξ ἰδίων μεταϲχηματιϲμῶν εἰϲ τὰϲ δεούϲαϲ ἀκολουθίαϲ τῶν προκατειλεγμένων ἀριθμῶν ἢ προϲώπων ἢ γενῶν, τῇ τοῦ λόγου ϲυνθέϲει ἀναμεμέριϲται εἰϲ ἐπιπλοκὴν τοῦ πρὸϲ ὃ δύναται φέρεϲθαι, εἰ τύχοι πληθυντικὸν πρὸϲ πληθυντικὸν κατὰ τὴν τοῦ αὐτοῦ προϲώπου παρέμπτωϲιν, γράφομεν ἡμεῖϲ, γράφουϲιν οἱ ἄνθρωποι. τὸ γὰρ ἐν διαβάϲει τοῦ προϲώπου οὐ πάντωϲ ἐξαιτήϲεται τὸν αὐτὸν ἀριθμόν· οἶόν τε γάρ ἐϲτιν φάναι τύπτουϲι τὸν ἄνθρωπον ἢ καὶ πάλιν τύπτουϲιν τοὺϲ ἀνθρώπουϲ.