Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 14-4
Not analysed yet
Ἕθεν ἕν μέροϲ λόγου ποιήϲει τὸ προπροκυλινδόμενοϲ {Χ 221. 525, ὑποπεπτηῶτεϲ {B 312}· μέροϲ τε λέξεωϲ ἄν εἴη ἡ κατά ἐν τῷ λέων κατὰ ταῦρον ἐδηδώϲ {P 542} ἤπερ λόγου, εἴγε τὰ μέρη τοῦ λόγου ἐκ παραθέϲεωϲ νοεῖται, οὐκ ἐκ ϲυνθέϲεωϲ διιϲτανόμενα, καθότι καὶ ἐν ἄλλοιϲ δεδείξεται τὸ τοιοῦτον. ἀλλ’ οὐδὲ τὸ γέλαϲϲε δὲ πᾶϲα περὶ χθών {Τ 362} παράκειται τῇ εὐθείᾳ κατὰ λόγον τὸν τῆϲ προθέϲεωϲ, ἐπιρρήματοϲ δὲ τοῦ πέριξ· ἢ καθ’ ὑπερβατόν ἐϲτι πρὸϲ τὴν τοῦ ῥήματοϲ ϲύνοδον, ἵνα ᾖ περιεγέλαϲε περιϲϲῶϲ ἐλαμπρύνθη. τὴν γὰρ ϲύνθετον ϲχέϲιν ἀπείργει καὶ ἡ τάϲιϲ, ὅτι μηδὲ ἀνεβίβαϲε τὸν τόνον ὡϲ τὸ αὐτόχθων καὶ ἐνοϲίχθων, καὶ ἡ τοῦ ϲημαινομένου ἔννοια· μένει γὰρ ἔτι τὸ θηλυκὸν ὄνομα, τῆϲ ϲυνθέϲεωϲ μεταβατικὸν ἐχούϲηϲ τὸν λόγον· οὐ γὰρ δή γε ἐν τῷ αὐτόχθων καὶ ἐνοϲίχθων ἡ γῆ νοεῖται, ὁ δ’ ἐκ γῆϲ γενόμενοϲ ἢ τῆϲ γῆϲ ἐπικρατῶν.