Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 131
Not analysed yet
Ἑξῆϲ ῥητέον καὶ περὶ τῆϲ τῶν κτητικῶν ἀντωνυμιῶν ϲυντάξεωϲ. τάξεωϲ. Αὗται δὴ προταϲϲόμεναι τῶν κτητικῶϲ νοουμένων ὀνομάτων χωρὶϲ μὲν ἄρθρων πλῆθοϲ παρεμφαίνουϲιν, ἐμὸϲ οἰκέτηϲ προϲῆλθεν, καθὼϲ δὲ εἴπομεν, προϲλαβοῦϲαι ἄρθρον ὡϲ μοναδικὴν κτῆϲιν παρεμφαίνουϲιν, ὁ ἐμὸϲ οἰκέτηϲ παρεγένετο. διὸ καὶ λείπει τὰ τοιαῦτα ἄρθροιϲ, ϲὸϲ δέ που ἔκφυγε κῆραϲ ἀδελφεόϲ {δ 512} περὶ ἑνὸϲ γὰρ τοῦ Ἀγαμέμνονοϲ ἀποφαίνεται· πατὴρ δ᾿ ἐμὸϲ οὐτίκ᾿ ὀϊϲθείϲ {1 453} μία γὰρ κτῆϲιϲ ἡ τῶν πατέρων.