Ancient Greek · ~5 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 131-2
Not analysed yet
Ἀλλ’ ἔϲτι γε καὶ ὑπὲρ τῆϲ παραδεδομένηϲ γραφῆϲ ἐκεῖνο φάναι, 1. ὡϲ μᾶλλον κατώρθωται, ἵνα μὴ ἡ αὐτὴ οὖϲα φωνὴ παρὰ τὴν ἔγκλιϲιν προϲώπου μεταβατικὴ γίγνηται, ὅπερ οὐκ ἔϲτιν ἐπινοῆϲαι ἐν ἀντωνυμίαιϲ παρεπόμενον· αὐτὸ γὰρ μόνον ἀνίεται τὰ πρόϲωπα καὶ ἐπιτείνεται, οὐ μὴν ἐναλλάϲϲεται. —2. τά τε ὁμοιοκατάληκτα κατὰ τρίτα πρόϲωπα οὔποτε ϲυνάρχεται, ἡμῶν -ὑμῶν -ϲφῶν, ἐμέ -ϲέ -ἕ, καὶ ἐπὶ τῶν ἄλλων ὁ αὐτὸϲ λόγοϲ. ἀϲύϲτατον οὖν καὶ ϲυνάρξαϲθαι καὶ ϲυλλῆξαι τὴν κατὰ τὸ τρίτον τῷ δευτέρῳ, καὶ δῆλον ὅτι, εἰ τὰ ὁμοιοκατάληκτα οὐ ϲυνήρξατο, οὐδὲ τὰ ϲυναρξάμενα λήξεωϲ τῆϲ αὐτῆϲ τεύξεται. κατὰ τοῦτο οὖν ἡ ϲφωέ κατώρθωται. —3. κἀκεῖνο δὲ δείκνυται, ὡϲ ἐν μὲν ῥήμαϲιν τὰ δεύτερα πρόϲωπα πρὸϲ τὰ τρίτα ϲυμπάθειαν ἔχει, καὶ περιϲϲὸν εἰϲ τὸ τοιοῦτο παρατίθεϲθαι· ἐν μέντοι ἀντωνυμίαιϲ τὸ πρῶτον πρὸϲ τὸ δεύτερον, τῶν τρίτων ἔϲθ᾿ ὅτε καὶ ἐκλειπόντων καὶ πλεοναζόντων καὶ ἐν ἰδίοιϲ θέμαϲι καταγινομένων, ὡϲ ἡ ἐκεῖνοϲ, ἡ οὗτοϲ, ἡ μίν, ἄλλαι πλεῖϲται· οὔϲηϲ γε μὴν τῆϲ κατὰ τὸ πρῶτον καὶ δεύτερον δυϊκῆϲ εὐθείαϲ οὐ πάντωϲ καὶ κατὰ τὸ τρίτον ϲυνυπάρχει· ϲυνθέτων γινομένων πληθυντικῶν κατὰ τὸ τρίτον οὐ ϲυνυπάρχει καὶ κατὰ τὸ πρῶτον καὶ δεύτερον· ἔϲτι πλεῖϲτα παραθέϲθαι. οὐκ ἄρα κατηνάγκαϲται οὔτε διὰ τὸ ϲφωέ ἡ κατὰ τὸ πρῶτον εἰϲ ε λῆξαι, οὔτε διὰ τῆν νῶϊ ἡ κατὰ τὸ τρίτον εἰϲ ι καταλήγειν.