Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 131-3
Not analysed yet
Ἡ προκειμένη ἔγκλιϲιϲ μετὰ τοῦ ἐάν ϲυνδέϲμου καὶ τῶν ἰϲο δυναμούντων ἐπὶ μέλλοντα φέρεται ἢ ἐνεϲτῶτα, ἐὰν φιλολογῶ παρα γενήϲεται Δίων, ἐὰν ἀναγινώϲκω παραγίνεται Τρύφων· ἀκα- τάλληλον γὰρ τὸ ἐν παρῳχημένῳ. ὁμοίωϲ καὶ ὁ ἵνα ἀποτελεϲτικόϲ, ἵνα φιλολογήϲω παραγενήϲεται Τρύφων καὶ ἔτι παραγίνεται. εἰ γὰρ ἐγγένοιτο παρῳχημένου ϲύνταξιϲ, δύναται ὁ αἰτιώδηϲ ἀκούεϲθαι, ἵνα φιλολογήϲω παρεγενήθη Τρύφων· ἐν ἴϲῳ γάρ ἐϲτιν τῷ διότι ἐφιλολόγηϲα παρεγενήθη Τρύφων. οὐ τοῦτο δέ φημι, ὅτι καὶ. ἀποτελεϲτικῶϲ πάλιν οὐ δύναται ἀκούεϲθαι· δυνατὸν γὰρ πάλιν οὕτωϲ ἀκούειν, εἰϲ τὸ φιλολογῆϲαί με παρεγενήθη Τρύφων. —ἐπὶ τοῖϲ οὖν ἐϲομένοιϲ ἡ ϲύνταξιϲ τοῦ αἰτιολογικοῦ οὐκ ἂν γένοιτο· ἐπὶ γὰρ γεγονόϲιν αἱ αἰτίαι ἐπιλέγονται. ὅθεν καταλληλότεροϲ γίνεται ὁ αἰτιολογικὸϲ ἐπιφερομένων τῶν παρῳχημένων· ἵνα ὑβρίϲω Θέωνα, οὐ φήϲομεν ἀγανακτήϲει Δίων, ἠγανάκτηϲεν δέ. ἐπί γε μὴν τοῦ ἀποτελεϲτικοῦ ἔνεϲτι φάναι ἵνα ὑβρίϲω Θέωνα παρέϲται Τρύφων.