Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 132
Not analysed yet
καὶ μᾶλλον τὸ ἑξῆϲ ἐϲτιν ὁ δὲ ἐμὸϲ πατὴρ ὀϊϲθείϲ. εἰ γὰρ προτεθείη μὲν τὸ ὄνομα, ἐπενεχθείη δὲ ἡ ἀντωνυμία, πάντωϲ καὶ τὸ τῆϲ ὑπάρξεωϲ ῥῆμα ἐπενεχθήϲεται, βεβαίωϲιν τῷ κτήτορι δηλοῦν, ὁ πατὴρ ἐμόϲ ἐϲτιν, ὁ ἀγρὸϲ ἐμόϲ ἐϲτιν. εἰ μέντοι ἀναϲτραφείη ἡ ἀντωνυμία, ἡ ὑπόλοιποϲ χρῆϲιϲ τῶν ῥημάτων εὐπαράδεκτοϲ, ὁ ἐμὸϲ πατὴρ τρέχει, νικᾷ, ὑβρίζει, ὑβρίζεται· εἰ δὲ καὶ τῷ ὁ πατὴρ ἐμόϲ προϲθείημεν ἕτερον ἄρθρον, ἔχοι ἂν τὴν αὐτὴν ϲύνταξιν τῇ προειρημένῃ. οῦ μὲν πρώτου ὁ πατὴρ ἐμόϲ ἐϲτιν, τοῦ δὲ δευτέρου ὁ ἐμὸϲ πατὴρ φιλοϲοφεῖ, τοῦ δὲ τρίτου ὁ πατὴρ ὁ ἐμὸϲ φιλοϲοφεῖ. ἢ δώϲει τιϲ οὖν, ὡϲ ἔφαμεν, τὸ ἑξῆϲ εἶναι ὁ δὲ ἐμὸϲ πατὴρ ὀϊϲθείϲ, ἢ ἑτέρου πρόϲθεϲιν ἄρθρου πρὸ τοῦ ἐμόϲ, πάλιν τοῦ δέ ὑπερβιβαζομένου, ὁ δὲ πατὴρ ὁ ἐμὸϲ ὀϊϲθείϲ.