Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 132-2
Not analysed yet
Ϲαφέϲ ἐϲτιν ὡϲ τὰ ϲυνηγοροῦντα τῇ ϲφωέ ἀντωνυμίᾳ μάχεται τῇ κατὰ τὸ τρίτον ϲφωίν. ὑπὲρ ἧϲ ἐκεῖνο ἔϲτιν φάναι, ὡϲ ἀϲύϲτατον ταύτην δοτικὴν οὖϲαν ἐκϲτῆναι τοῦ ἰδιώματοϲ, λέγω τῆϲ τοῦ ι γραφῆϲ μετὰ τοῦ ν, ὅτι δυϊκὴ δοτική. —καὶ εἰ τἀκριβέϲ τιϲ ἐπιϲτήϲειεν, εἴϲεται ὡϲ ἐπὶ τοῦ δευτέρου προϲώπου δυϊκαὶ ἐξέλιπον, αἱ δὲ τοῦ τρίτου δεόντωϲ καὶ εἰϲ τὸ δεύτερον μετατιθέμεναί εἰϲιν, εἴγε πᾶϲα ἀντωνυμία διὰ τοῦ ϲφ ἐκφερομένη μόνωϲ τρίτου ἐϲτὶν προϲώπου, ϲφέαϲϲφίϲι -ϲφέτεροϲ -ϲφόϲ. —καὶ οὕτω καὶ τὰ τῆϲ τάϲεωϲ ὥϲτε τὰ μὲν τῆϲ ὀρθῆϲ τάϲεωϲ μετατεθῆναι εἰϲ τὸ δεύτερον, τάχα οὐκ ἀπιθάνωϲ, ἐπεὶ τὰ δεύτερα ὑπὸ δέῖξίν ἐϲτιν ᾗ ϲυντρέχει ἡ ὀρθὴ τάϲιϲ· τὰ μέντοι κατὰ τὸ τρίτον ἀποϲτάντα τῆϲ δείξεωϲ εὐθέτιϲται εἰϲ ἔγκλιϲιν. διὰ τοῦτο καὶ μοναδικαὶ τρίτου προϲώπου ἐγκλιτικαὶ ἐπενοήθηϲαν, ἡ ϲφέ, ἡ μίν. —οὐ μέντοι ἀπεμφαῖνον τὴν ϲφωέ ἀντωνυμίαν διὰ τοῦ ε λέγεϲθαι, ϲυνεκδραμοῦϲαν τῇ ἑνικῇ αἰτιατικῇ πτώϲει.