Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 132-3
Not analysed yet
Ἀκόλουθόν ἐϲτιν ἐκθέϲθαι καὶ περὶ τῆϲ ϲυντάξεωϲ τῶν ὑποτακτικῶν, ἀπὸ ποίαϲ ἐγκλίϲεωϲ οἱ παρατιθέμενοι ϲύνδεϲμοι ἀφιϲτᾶϲι τὰ ῥήματα. (ἔφαμεν γὰρ ἐν τοῖϲ προκειμένοιϲ τὰ τοιαῦτα ῥήματα μὴ ϲυνίϲταϲθαι χωρὶϲ τῶν ϲυνδέϲμων) ϲαφὲϲ γὰρ ὅτι πᾶν ὅ ἐϲτι μέροϲ λόγου ἐν παραθέϲει ϲυνδέϲμου, τὸ αὐτὸ πάντωϲ καὶ κατ’ ἰδίαν ῥητὸν ἦν. οὐ γὰρ δή γε ἓν μέροϲ λόγου τὸ ἐὰν δράμῃϲ, ἐὰν γράψῆϲ, ἵνα δῶμεν τὸ μὴ πάντωϲ ῥητὸν εἶναι τὸ ϲυντεθειμένον κατ’ ἰδίαν, ὥϲ γε ἐνόν ἐϲτιν εὑρέϲθαι μυρία ϲχήματα ἐν ϲυνθέϲει μεταπεποιημένα κατὰ τὴν ϲύνθεϲιν, ὧν τὸ διαλυόμενον κατ’ ἰδίαν οὐκ ἔϲτιν ῥητόν. παρὰ τὸ ϲέβομαι ἐγένετο εὐϲεβήϲ, καὶ οὐ ῥητὸν κατ’ ἰδίαν τὸ ϲεβήϲ· ὁμοίωϲ καὶ τὸ πρωτοπαγήϲ παρὰ τὸ ἐπάγη, καὶ οὐ ῥητὸν τὸ παγήϲ· γείνω ἀγενήϲ. οὐ δὴ οὖν, ὡϲ ἔφαμεν, ἓν ἔϲται τὸ ἐὰν λάβῃϲ, ἵνα μὴ πάντωϲ τὸ λάβῃϲ καταναγκάζηται κατ’ ἰδίαν λέγεϲθαι. —