Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 133
Not analysed yet
Χρὴ δὲ γινώϲκειν ὡϲ ἡ ἀντωνυμικὴ ϲύνταξιϲ ἀρξαμένη ἀπαράδεκτόϲ ράδεκτόϲ ἐϲτιν δύο ἄρθρων, ὁ ἐμὸϲ ἀγρόϲ, ὁ ἐμὸϲ δοῦλοϲ· καθὼϲ πρόκειται δέ, ἡ τοῦ ὀνόματοϲ πρόταξιϲ καὶ δύο ἄρθρων ἐϲτὶν δεκτική, ὁ δοῦλοϲ ὁ ἐμόϲ, ὁ πατὴρ ὁ ϲόϲ, τῶν δύο ἄρθρων δύο ἀναφορὰϲ διαφόρουϲ δηλούντων. ἐν μὲν γὰρ τῷ ὁ δοῦλοϲ τοιοῦτόν τί ἐϲτιν, οὐκ ἄλλοϲ ἢ ἐκεῖνοϲ ὁ πάλαι νοούμενοϲ· ἐν δὲ τῷ ὁ ϲόϲ ὁ οὐκ ἄλλου ἢ τοῦ ἔκπαλαι νοουμένου δεϲπότου, καθὼϲ ἐπεδείξαμεν ἐν τῷ ὁ πατὴρ ὁ ἐκείνου. ὁμοίωϲ δὲ κὰν τῷ ὁ πατὴρ ὁ ἐμόϲ τὰ τῆϲ ϲυντάξεωϲ τὸν αὐτὸν ἐπέχει λόγον· τὸ γὰρ πρόϲωπον τὸ τῆϲ ἀντωνυμίαϲ, ὡϲ εἴπομεν, γενικῆϲ ἐϲτιν, εἰϲ ἣν καὶ μεταλαμβάνεται, ὁ πατήρ μου. (