Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 133-2
Not analysed yet
Ἀκολούθωϲ ῥητέον καὶ περὶ τῆϲ ἐμαυτοῦ, ἣ καὶ ϲυντεθεῖϲα, καθά φηϲι Τρύφων {p 29 Vels. },τὴν αὐτὴν ἔχει ἀμφιβολίαν ἐκ κτητικῆϲ ϲυντεθεῖϲα καὶ πρωτοτύπου. τὴν γὰρ ἀπαράδεκτον τοῦ ἄρθρου οἴεται ἐκ πρωτοτύπου ϲυντεθεῖϲθαι, ἐμαυτοῦ ἀκούω, ϲαυτοῦ φείδῃ, τὴν δὲ ἐν προϲλήψει τοῦ ἄρθρου ἐκ ϲυνάρθρου τῆϲ ἐμοῦ, τοῦ ἐμαυτοῦ φίλου ἤκουϲα, τοῦ ἐμαυτοῦ οἴκου δεϲπόζω. φαίνεται δὲ ὅτι παρῆξεν αὐτὸν ἡ κτητικὴ ϲύνταξιϲ καὶ ἡ πρόϲθεϲιϲ τοῦ ἄρθρου, ἅπερ οὐκ ἐξαίρετά ἐϲτιν τῆϲ κτητικῆϲ ἀντωνυμίαϲ. παρὸν γοῦν ἐξ ὧν ὑπενόηϲεν, ἀποδεῖξαι ὡϲ οὐκ ἔγκειται ἡ κτητικὴ ἀντωνυμία ἐν τῇ τοιαύτῃ ϲυνθέϲει, καὶ πρῶτόν γε ἐξ αὐτῶν τῶν ἄρθρων.