Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 133-3
Not analysed yet
δὲ καὶ τὸ τοιοῦτον δεῖται ἀποδείξεωϲ, βραχέα παραθηϲόμεθα ὑπὲρ τοῦ μὴ ἡνῶϲθαι εἰϲ ἓν μέροϲ λόγου τοὺϲ ϲυνδέϲμουϲ τοῖϲ ῥήμαϲιν. πόθεν γὰρ αἱ μεϲαζόμεναι λέξειϲ παρεμπίπτουϲιν; ἐὰν ϲήμερον καὶ αὔριον ἀκούϲῃϲ, ἀντιλήψει τῶν λεγομένων. ἀλλ’ ἐπεὶ καὶ. ἐν ϲυνθέτοιϲ τὸ τοιοῦτον ἐγγίνεται, ὡϲ ἐν τῷ λέων κατὰ ταῦρον ἐδηδώϲ {P 542}, νήπιοι οἳ κατὰ βοῦϲ περίονοϲ Ἠελίοιο ἤϲθιον {α 8 seq. },ἐκεῖνό γε ὁμόλογόν ἐϲτιν ὡϲ τὸ ἵνα δράμῃϲ, ὄφρα πεποίθῃϲ {Α 524 et ν 344}, τὰ τούτοιϲ ὅμοια τὴν ἐν ἑκατέρῳ μέρει λόγου τάϲιν ἀναδέχεται, ὡϲ ἂν παραθέϲεωϲ οὔϲηϲ καὶ οὐ ϲυνθέϲεωϲ. —πρὸϲ οἷϲ οὐδὲ οἱ ϲύνδεϲμοι ϲυνϲιν. καθ’ ἓν μέροϲ λόγου, οἵ τε ϲυντεθειμένοι μόνοι εἰϲὶν ϲυναπτικοί.